Παρασκευή 16 Οκτωβρίου 2009

Πέμπτη 15 Οκτωβρίου 2009

Σάββατο 18 Απριλίου 2009

Αναστάσεως ημέρα λαμπρυνθώμεν λαοί...Πάσχα Κυρίου Πάσχα !!!


1 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. 2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. 3 ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, 5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. 6 ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, 7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. 8 τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· 9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί. 11 Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. 12 ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14 καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. 15 λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ραββουνί, ὃ λέγεται, διδάσκαλε. 17 λέγει αὐτῇ ὁ Ἰησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. 18 ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. 19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

Πέμπτη 16 Απριλίου 2009

Σιγησάτω πάσα σάρξ βροτεία


Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα,
καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται
τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι,
καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν
εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι,
καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

Τρίτη 14 Απριλίου 2009

Ιδού έστηκα επί την θύρα και κρούω



...εάν τις ακούση της φωνής μου και ανοίξη την θύραν,εισελεύσομαι πρός αυτόν και δειπνήσω μετ' αυτού και αυτός μετ' εμού. Ο νικών, δώσω αυτώ καθίσαι μετ' εμού εν τω θρόνω μου, ως καγώ ενίκησα και εκάθισα μετά του πατρός μου εν τω θρόνω αυτού. Ο έχων ους ακουσάτω τί τω Πνεύμα λέγει ταις εκκλησίαις

Εκ του βορβόρου των έργων μου, ρύσαι με Κύριε...



..Ήπλωσεν η πόρνη τας τρίχας σοι τω Δεσπότη, ήπλωσεν Ιούδας τας χείρας τοις παρανόμοις. η μεν λαβούσα την άφεσιν, ο δε λαβείν αργύρια. Διό σοι βοώμεν, τω πραθέντι και ελευθερώσαντι ημάς. Κύριε, δόξα σοι



..Ότε η αμαρτωλός προσέφερε το μύρον, τότε ο μαθητής συνεφώνει τοις παρανόμοις. η μεν έχαιρε κενούσα το πολύτιμον, ο δε έσπευδε πωλήσαι τον ατίμητον. αύτη τον Δεσπότην επεγίνωσκεν, ούτος του Δεσπότου εχωρίζετο. αύτη ηλευθερούτο και ο Ιούδας δούλος εγεγόνει του εχθρού. Δεινόν η ραθυμία! μεγάλη η μετάνοια! ήν μοι δώρισαι, Σωτήρ, ο παθών υπέρ ημών, και σώσον ημάς.


...Η απεγνωσμένη δια τον βίον και επεγνωσμένη δια τον τρόπον, το μύρον βαστάζουσα, προσήλθε σοι βοώσα. μή με την πόρνην απορρίψης, ο τεχθείς εκ Παρθένου. μή μου τα δάκρυα παρίδης, η χαρά των αγγέλων. αλλά δέξαι με μετανοούσαν, ην ουκ απώσω αμαρτάνουσαν, Κύριε, δια το μέγα Σου έλεος!

Τετάρτη 4 Μαρτίου 2009

LOVE - the true meaning


Αληθινά τί άλλο είναι αγάπη παρά αυτή η μυστηριώδης Δύναμις, που ξεπερνάει το τυχαίο και το εξωτερικό στον "άλλο" - ξεπερνάει δηλαδή την εξωτερική του εμφάνιση, την κοινωνική του θέση, την εθνική του καταγωγή, τη διανοητική του ικανότητα - και φτάνει στην ψυχή του, τη μοναδική και μοναδικά προσωπική "ρίζα" της ανθρώπινης ύπαρξης, το αληθινό κομμάτι του Θεού μέσα του; Άν ο Θεός αγαπάει κάθε άνθρωπο, είναι γιατί Αυτός μόνο γνωρίζει τον ατίμητο και απόλυτα μοναδικό θησαυρό, την "ψυχή" ή το "πρόσωπο", που έδωσε στον κάθε άνθρωπο. Η χριστιανική αγάπη λοιπόν είναι η συμμετοχή σ' αυτή τη Θεική γνώση, είναι το δώρο αυτής της θεικής αγάπης. Δεν υπάρχει "απρόσωπη" αγάπη, γιατί η αγάπη είναι η υπέροχη ανακάλυψη του "προσώπου" στον "άνθρωπο", η ανακάλυψη του συγκεκριμένου και μοναδικού προσώπου μέσα στο σύνολο γενικά. Είναι η ανακάλυψη σε κάθε άνθρωπο αυτού που τον κάνει "αξιαγάπητο" και που είναι δοσμένο από το Θεό.
Η πραγματική αποστολή της Εκκλησίας είναι, να υπενθυμίζει στον άνθρωπο την προσωπική του αγάπη και την κλήση του, που είναι να πλημμυρίσει τον αμαρτωλό κόσμο μ' αυτή την Αγάπη.
f. Alexander Schmemann.-"ΜΕΓΑΛΗ CAPAKOCTH, ΠOPEIA ΠPOC TO ΠACXA"